Σήμερον κρεμᾶται, σήμερον κρεμᾶται, σήμερον κρεμᾶται ἐπὶ ξύλου. Σήμερον κρεμᾶται ἐπὶ ξύλου, σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας. Στέφανον ἐξ ἀκανθῶν περιτίθεται ὁ τῶν ἀγγέλων βασιλεύς. Ψευδῆ πορφύραν περιβάλλεται ὁ περιβάλλων τὸν οὐρανον ἐν νεφέλαις. Ράπισμα κατεδέξατο ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ. Ἥλοις προσηλώθη ὁ Νυμφίος τῆς Ἐκκλησίας. Λόγχη ἐκεντήθη ὁ Υἱὸς τῆς Παρθένου. Προσκυνοῦμεν σου τὰ πάθη, Χριστέ. Δεῖξον ἡμῖν καὶ τὴν ἒνδοξόν σου ἀνάστασιν. Ἥλοις προσηλώθη ὁ Νυμφίος τῆς Ἐκκλησίας. Λόγχη ἐκεντήθη ὁ Υἱὸς τῆς Παρθένου. Προσκυνοῦμεν σου τὰ πάθη, Χριστέ. Δεῖξον ἡμῖν καὶ τὴν ἒνδοξόν σου ἀνάστασιν.